Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.33 Dem. 13.36 (English) >>Dem. 14.1

13.35πρὸς δὲ τούτοις οὐδʼ ἔστιν ἐφʼ ὑμῖν, οὐδʼ ἂν ἀποστῆναι τῶν Ἑλληνικῶν βούλησθε· πολλὰ γὰρ ὑμῖν ἐκ παντὸς τοῦ χρόνου πέπρακται, καὶ τοὺς μὲν φίλους τοὺς ὑπάρχοντας αἰσχρὸν προέσθαι, τοῖς δʼ οὖσιν ἐχθροῖς οὐκ ἔνι πιστεῦσαι καὶ μεγάλους ἐᾶσαι γενέσθαι. ὅλως δʼ ὅπερ οἱ πολιτευόμενοι πεπόνθασι πρὸς ὑμᾶςοὐκ ἔνεστιν αὐτοῖς, ὅταν βούλωνται, παύσασθαιτοῦτο καὶ ὑμῖν περιέστηκε· πεπολίτευσθε γὰρ ἐν τοῖς Ἕλλησιν.

13.36ἔστι δʼ, ἄνδρες Ἀθηναῖοι, κεφάλαιον ἁπάντων τῶν εἰρημένων· οὐδέποθʼ ὑμᾶς οἱ λέγοντες οὔτε πονηροὺς οὔτε χρηστοὺς ποιοῦσιν, ἀλλʼ ὑμεῖς τούτους, ὁπότερʼ ἂν βούλησθε· οὐ γὰρ ὑμεῖς ὧν οὗτοι βούλονται στοχάζεσθε, ἀλλʼ οὗτοι ὧν ἂν ὑμᾶς ἐπιθυμεῖν οἴωνται. ὑμᾶς οὖν ὑπάρξαι δεῖ χρηστὰ βουλομένους, καὶ πάνθʼ ἕξει καλῶς· γὰρ οὐδεὶς ἐρεῖ φλαῦρον οὐδέν, οὐδὲν αὐτῷ πλέον ἔσται μὴ ἔχοντι τοὺς πεισομένους.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.33 Dem. 13.36 (English) >>Dem. 14.1

Powered by PhiloLogic